Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 53.1 | Dem. 53.2 (English) | >>Dem. 53.5 |
53.1ὅτι μὲν οὐ συκοφαντῶν , ἀλλʼ ἀδικούμενος καὶ ὑβριζόμενος ὑπὸ τούτων καὶ οἰόμενος δεῖν τιμωρεῖσθαι τὴν ἀπογραφὴν ἐποιησάμην , μέγιστον ὑμῖν ἔστω τεκμήριον , ὦ ἄνδρες δικασταί , τό τε μέγεθος τῆς ἀπογραφῆς , καὶ ὅτι αὐτὸς ἐγὼ ἀπέγραψα . οὐ γὰρ δήπου συκοφαντεῖν γε βουλόμενος ἀπέγραψα μὲν ἂν πένθʼ ἡμιμναίων ἄξια ἀνδράποδα , ὡς αὐτὸς ὁ ἀμφισβητῶν τετίμηται αὐτά , ἐκινδύνευον δʼ ἂν περί τε χιλίων δραχμῶν καὶ τοῦ μηδέποτε μηδένα αὖθις ὑπὲρ ἐμαυτοῦ γράψασθαι ·
53.2οὐδʼ αὖ οὕτως ἄπορος ἦν οὐδʼ ἄφιλος ὥστε οὐκ ἂν ἐξευρεῖν τὸν ἀπογράψοντα · ἀλλὰ τῶν ἐν ἀνθρώποις ἁπάντων ἡγησάμενος δεινότατον εἶναι ἀδικεῖσθαι μὲν αὐτός , ἕτερον δʼ ὑπὲρ ἐμοῦ τοῦ ἀδικουμένου τοὔνομα παρέχειν , καὶ εἶναι ἄν τι τούτοις τοῦτο τεκμήριον , ὁπότε ἐγὼ λέγοιμι τὴν ἔχθραν πρὸς ὑμᾶς , ὡς ψεύδομαι (οὐ γὰρ ἄν ποτε ἕτερον ἀπογράψαι , εἴπερ ἐγὼ αὐτὸς ἠδικούμην ), διὰ μὲν ταῦτα ἀπέγραψα . ἀπογράψας δὲ ἐὰν ἀποδείξω τὰ ἀνδράποδα Ἀρεθουσίου ὄντα , οὗπερ ἐγέγραπτο εἶναι , τὰ μὲν τρία μέρη , ἃ ἐκ τῶν νόμων τῷ ἰδιώτῃ τῷ ἀπογράψαντι γίγνεται , τῇ πόλει ἀφίημι , αὐτῷ δʼ ἐμοὶ τετιμωρῆσθαι ἀρκεῖ μόνον .
53.3εἰ μὲν οὖν μοι ἦν ἱκανὸν τὸ ὕδωρ διηγήσασθαι πρὸς ὑμᾶς τὰ ἐξ ἀρχῆς , ὅσʼ ἀγαθὰ πεπονθότες ὑπʼ ἐμοῦ οἷά με εἰργασμένοι εἰσίν , εὖ οἶδʼ ὅτι ὑμεῖς τʼ ἄν μοι ἔτι μᾶλλον συγγνώμην εἴχετε τοῦ ὀργίζεσθαι αὐτοῖς , τούτους τʼ ἀνοσιωτάτους ἀνθρώπων ἡγήσασθε εἶναι · νῦν δʼ οὐδὲ διπλάσιόν μοι τούτου ὕδωρ ἱκανὸν ἂν γένοιτο . τὰ μὲν οὖν μέγιστα καὶ περιφανῆ τῶν ἀδικημάτων , καὶ ὁπόθεν ἡ ἀπογραφὴ αὕτη γέγονεν , ἐρῶ πρὸς ὑμᾶς , τὰ δὲ πολλὰ ἐάσω .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 53.1 | Dem. 53.2 (English) | >>Dem. 53.5 |